Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.285 Joseph. AJ 1.289 (English) >>Joseph. AJ 1.294

1.287καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος. 1.288

Ἰάκωβος δὲ οὐχ ὑπὸ τῆς συγγενείας οὐδὲ τῆς διὰ ταύτην εὐνοίας, ἀλλʼ ἔρωτι τῆς παιδὸς ἡττηθεὶς ἐκπέπληκτό τε τοῦ κάλλους ὁρῶν οὕτως ἔχουσαν, ὡς ὀλίγαι τῶν τότε γυναικῶν ἤνθουν, καὶ φησίν· “ἀλλʼ ἐμοὶ πρὸς σὲ καὶ πατέρα τὸν σόν, εἴπερ Λαβάνου παῖς τυγχάνεις, οἰκειότης ἐστὶ πρεσβυτέρα τῆς τε σῆς καὶ ἐμῆς γενέσεως· 1.289ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους· 1.290Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν 1.291 ἡμῖν συγγένειαν ἀνανεωσόμενος.” δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.285 Joseph. AJ 1.289 (English) >>Joseph. AJ 1.294

Powered by PhiloLogic